Add parallel Print Page Options

46 ὁ δὲ Ἰησοῦς εἶπεν· Ἥψατό μού τις, ἐγὼ γὰρ ἔγνων δύναμιν [a]ἐξεληλυθυῖαν ἀπ’ ἐμοῦ. 47 ἰδοῦσα δὲ ἡ γυνὴ ὅτι οὐκ ἔλαθεν τρέμουσα ἦλθεν καὶ προσπεσοῦσα αὐτῷ δι’ ἣν αἰτίαν ἥψατο αὐτοῦ [b]ἀπήγγειλεν ἐνώπιον παντὸς τοῦ λαοῦ καὶ ὡς ἰάθη παραχρῆμα. 48 ὁ δὲ εἶπεν αὐτῇ· [c]Θυγάτηρ, ἡ πίστις σου σέσωκέν σε· πορεύου εἰς εἰρήνην.

49 Ἔτι αὐτοῦ λαλοῦντος ἔρχεταί τις παρὰ τοῦ ἀρχισυναγώγου [d]λέγων ὅτι Τέθνηκεν ἡ θυγάτηρ σου, [e]μηκέτι σκύλλε τὸν διδάσκαλον. 50 ὁ δὲ Ἰησοῦς ἀκούσας ἀπεκρίθη [f]αὐτῷ· Μὴ φοβοῦ, μόνον [g]πίστευσον, καὶ σωθήσεται. 51 ἐλθὼν δὲ εἰς τὴν οἰκίαν οὐκ ἀφῆκεν εἰσελθεῖν [h]τινα σὺν αὐτῷ εἰ μὴ Πέτρον καὶ Ἰωάννην καὶ Ἰάκωβον καὶ τὸν πατέρα τῆς παιδὸς καὶ τὴν μητέρα. 52 ἔκλαιον δὲ πάντες καὶ ἐκόπτοντο αὐτήν. ὁ δὲ εἶπεν· Μὴ κλαίετε, [i]οὐ γὰρ ἀπέθανεν ἀλλὰ καθεύδει. 53 καὶ κατεγέλων αὐτοῦ, εἰδότες ὅτι ἀπέθανεν. 54 αὐτὸς [j]δὲ κρατήσας τῆς χειρὸς αὐτῆς ἐφώνησεν λέγων· Ἡ παῖς, [k]ἔγειρε. 55 καὶ ἐπέστρεψεν τὸ πνεῦμα αὐτῆς, καὶ ἀνέστη παραχρῆμα, καὶ διέταξεν αὐτῇ δοθῆναι φαγεῖν. 56 καὶ ἐξέστησαν οἱ γονεῖς αὐτῆς· ὁ δὲ παρήγγειλεν αὐτοῖς μηδενὶ εἰπεῖν τὸ γεγονός.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:46 ἐξεληλυθυῖαν WH Treg NIV ] ἐξελθοῦσαν RP
  2. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:47 ἀπήγγειλεν WH Treg NIV ] + αὐτῷ RP
  3. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:48 Θυγάτηρ WH Treg NIV ] Θάρσει θύγατερ RP
  4. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:49 λέγων WH NIV ] + αὐτῷ Treg RP
  5. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:49 μηκέτι WH Treg NIV ] μὴ RP
  6. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:50 αὐτῷ WH Treg NIV ] + λέγων RP
  7. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:50 πίστευσον WH Treg NIV ] πίστευε RP
  8. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:51 τινα σὺν αὐτῷ WH Treg NIV ] οὐδένα RP
  9. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:52 οὐ γὰρ WH Treg NIV ] οὐκ RP
  10. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:54 δὲ WH Treg NIV ] + ἐκβαλὼν ἔξω πάντας καὶ RP
  11. ΚΑΤΑ ΛΟΥΚΑΝ 8:54 ἔγειρε WH Treg NIV ] ἔγειρου RP